Make your own free website on Tripod.com
ΤΟ "ΠΕΡΙ ΠΑΙΔΕΙΑΣ" ΕΔΙΚΤΟ ΤΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΙΟΥΛΙΑΝΟΥ


Παιδείαν ορθήν είναι νομίζομεν ου την εν τοις ρήμασι και τηι γλώττηι πραγματευομένην ευρυθμίαν, αλλά διάθεσιν υγιή νουν εχούσης διανοίας και αληθείς δόξας υπέρ τε αγαθών και κακών, εσθλών τε και αισχρών.  όστις ουν έτερα μεν φρονεί, διδάσκει δε έτερα τους πλησιάζοντας, ούτος απολελείφθαι τοσούτωι δοκεί της παιδείας, όσωι και του χρηστός ανήρ είναι.  και ει μεν επί σμικροίς είη το διάφορον της γνώμης προς την γλώτταν, κακόν μεν οιστόν δε όμως οπωσούν γίνεται· ει δε εν τοις μεγίστοις άλλα μεν φρονοίη τις, επ' εναντίον δε ων φρονεί διδάσκοι, πως ου τούτο εκείνο καπήλων εστίν, ούτι χρηστών, αλλά παμπονήρων ανθρώπων, οί μάλιστα επαινούσιν όσα μάλιστα φαύλα νομίζουσιν, εξαπατώντες και δελεάζοντες τοις επαίνοις εις ους μετατιθέναι τα σφέτερα εθέλουσιν, οίμαι, κακά. πάντας μεν ουν χρη τους και οτιούν διδάσκειν επαγγελλομένους είναι τον τρόπον επιεικείς και μη μαχόμενα οις δημοσίαι μεταχειρίζονται τα εν τηι ψυχήι φέρειν δοξάσματα, πολύ δε πλέον απάντων οίμαι δειν είναι τοιούτους όσοι επί λόγοις τοις νέοις συγγίγνονται, των παλαιών εξηγηταί γιγνόμενοι συγγραμμάτων, είτε ρήτορες είτε γραμματικοί, και έτι πλέον οι σοφισταί.  βούλονται γαρ προς τοις άλλοις ου λέξεων μόνον, ηθών δε είναι διδάσκαλοι, και κατά σφας είναί φασι την πολιτικήν φιλοσοφίαν.  ει μεν ουν αληθές ή μη, τούτο αφείσθω τα νυν. Eπαινών δε αυτούς ούτως επαγγελμάτων καλών ορεγουμένους επαινέσαιμ' αν έτι πλέον, ει μη ψεύδοιντο μηδ' εξελέγχοιεν αυτούς έτερα μεν φρονούντας, διδάσκοντας δε τους πλησιάζοντας έτερα.  τί ουν;  Ομήρωι μέντοι και Ησιόδωι και Δημοσθένει και Ηροδότωι και Θουκυδίδηι και Ισοκράτει και Λυσίαι θεοί πάσης ηγούνται παιδείας.  ουχ οι μεν Ερμού σφας ιερούς, οι δε Μουσών ενόμιζον;  άτοπον μεν ουν οίμαι τους εξηγουμένους τα τούτων ατιμάζειν τους υπ' αυτών τιμηθέντας θεούς.  ου μην επειδή τούτο άτοπον οίμαι, φημί δειν αυτούς μεταθεμένους τοις νέοις συνείναι· δίδωμι δε αίρεσιν μη διδάσκειν ά μη νομίζουσι σπουδαία, βουλομένους δε διδάσκειν έργωι πρώτον πείθειν τους μαθητάς ως ούτε Όμηρος ούτε Ησίοδος ούτε τούτων τις, ους εξηγούνται και ων κατεγνωκότες εισίν ασέβειαν άνοιάν τε και πλάνην εις τους θεούς, τοιούτός εστιν.  επεί δ' εξ ων εκείνοι γεγράφασι παρατρέφονται μισθαρνούντες, είναι ομολογούσιν αισχροκερδέστατοι και δραχμών ολίγων ένεκα πάντα υπομένειν.  έως μεν ουν τούτου πολλά ην τα αίτια του μη φοιτάν εις τα ιερά, και ο πανταχόθεν επικρεμάμενος φόβος εδίδου συγγνώμην αποκρύπτεσθαι τας αληθεστάτας υπέρ των θεών δόξας· επειδή δε ημίν οι θεοί την ελευθερίαν έδοσαν, άτοπον είναί μοι φαίνεται διδάσκειν εκείνα τους ανθρώπους, όσα μη νομίζουσιν ευ έχειν.  αλλ' ει μεν οίονται σοφούς ων εισιν εξηγηταί και ων ώσπερ προφήται κάθηνται, ζηλούντων αυτών πρώτοι την εις τους θεούς ευσέβειαν· ει δε εις τους τιμιωτάτους υπολαμβάνουσι πεπλανήσθαι, βαδιζόντων εις τας των Γαλιλαίων εκκλησίας εξηγησόμενοι Ματθαίον και Λουκάν, οις πεισθέντες ιερείων υμείς απέχεσθαι νομοθετείτε. Bούλομαι υμών εγώ και τας ακοάς εξαναγεννηθήναι, ως αν υμείς είποιτε, και την γλώτταν τούτων, ων έμοιγε είη μετέχειν αεί και όστις εμοί φίλα νοεί τε και πράττει.  τοις μεν καθηγεμόσι και διδασκάλοις ουτωσί κοινός κείται νόμος· ο βουλόμενος δε των νέων φοιτάν ουκ αποκέκλεισται.  ουδέ γαρ ουδέ εύλογον αγνοούντας έτι τους παίδας, εφ' ό τι τρέπωνται, της βελτίστης αποκλείειν οδού, φόβωι δε και άκοντας άγειν επί τα πάτρια.  καίτοι δίκαιον ην, ώσπερ τους φρενιτίζοντας, ούτω και τούτους άκοντας ιάσθαι, πλην αλλά συγγνώμην υπάρχει νάπασι της τοιαύτης νόσου.  και γαρ, οίμαι, διδάσκειν, αλλ' ουχί κολάζειν χρη τους ανοήτους.
 
IMP. IVLIANVS